“ [5] Περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ̓ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην. Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε:
”
Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος.