[3] Ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων: ἐν τῇ θαλάττῃ ταῦρος ἐνήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν ὁ λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν: συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα: συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος ἡ τῶν φύλλων συμπλοκή.