[8] Οἱ ᾠδοὶ δὲ τέττιγες [p. 55] καὶ χελιδόνες: οἱ μὲν τὴν Ἠοῦς ᾄδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν: οἱ δὲ χειροήθεις ταῶς καὶ κύκνος καὶ ψιττακός: ὁ κύκνος περὶ τὰς τῶν ὑδάτων πίδακας νεμόμενος, ὁ ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, ὁ ταῶς τοῖς ἄνθεσιν ἐπισύρων τὸ πτερόν. Ἀντέλαμπε δὲ ἡ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χρόᾳ καὶ ἦν ἄνθη πτερῶν.