previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν. [2] Ἐγὼ δὲ ὡς εἶδον φερομένην μοι τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν: καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ καὶ ὤκλασα. Ἐγὼ μὲν δὴ καταπεσὼν ἐρρεόμην αἵματι, οἱ δὲ ἐνθέμενοι τῷ σκάφει τὴν κόρην ἔφευγον. [3] Θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ λῃσταῖς γενομένης στρατηγὸς τῆς νήσου παρῆν: ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος. Δεικνύω δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς: ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει. Τούτων ἑνὸς ἐπιβὰς στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ [p. 135] φρουρᾷ: κἀγὼ δὲ συνανέβην φοράδην κομισθείς. [4] Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ χεῖρε δεδεμένην τὴν κόρην, καί τις αὐτῶν μεγάλῃ τῇ φωνῇἰδοὺ τὸ ἆθλον ὑμῶνεἰπὼν ἀποτέμνει αὐτῆς τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ κατὰ τῆς θαλάσσης. [5] Ἐγὼ δὲ ὡς εἶδον, ἀνέκραγον οἰμώξας καὶ ὥρμησα ἐμαυτὸν ἐπαφεῖναι: ὡς δὲ οἱ παρόντες κατέσχον, ἐδεόμην ἐπισχεῖν τε τὴν ναῦν καί τινα ἁλέσθαι κατὰ τῆς θαλάττης, εἴ πως κἂν πρὸς ταφὴν λάβοιμι τῆς κόρης τὸ σῶμα. [6] Καὶ στρατηγὸς πείθεται καὶ ἵστησι τὴν ναῦν: καὶ δύο τῶν ναυτῶν ἀκοντίζουσιν ἑαυτοὺς ἔξω τῆς νεὼς καὶ ἁρπάσαντες τὸ σῶμα ἀναφέρουσιν. Ἐν τούτῳ δὲ οἱ λῃσταὶ μᾶλλον ἐρρωμενέστερον ἤλαυνον: ὡς δὲ ἦμεν πάλιν πλησίον, ὁρῶσιν οἱ λῃσταὶ ναῦν ἑτέραν καὶ γνωρίσαντες ἐκάλουν πρὸς βοήθειαν: πορφυρεῖς δὲ ἦσαν πειρατικοί. [7] Ἰδὼν δὲ στρατηγὸς δύο ναῦς ἤδη γενομένας ἐφοβήθη καὶ πρύμναν ἐκρούετο: καὶ γὰρ οἱ πειραταὶ τοῦ φυγεῖν ἀποτραπόμενοι προὐκαλοῦντο εἰς μάχην. [8] Ἐπεὶ δὲ ἀνεστρέψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον. ‘Νῦν μοι Λευκίππη τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ θαλάττῃ διαιρούμενον: τὸ μὲν γὰρ λείψανον ἔχω σου τοῦ σώματος, ἀπολώλεκα δὲ σέ. [9] Οὐκ ἴση τῆς θαλάττης πρὸς τὴν γῆν νομή: μικρόν μοί σου μέρος καταλέλειπται ἐν ὄψει τοῦ μείζονος: αὕτη δὲ ἐν ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. Ἀλλ̓ ἐπεί μὁ̣̣̓τῶν ἐν τῷ προσώπῳ φιλημάτων ἐφθόνησεν Τύχη, φέρε σου καταφιλήσω τὴν σφαγήν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: