αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιοὁ μὲν οὖν ἑταῖρος ἐν, τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνὺς ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν εὐδοκίμησεν: ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρ᾽ ὑμῶν: ἢ μεθ᾽ ὑμῶν ἔμαθον, ἑκὼν δὲ πρὸς τὰ λοιπὰ βαδιοῦμαι. φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν: οὐδ᾽ αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός: οὕτω γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος: ἡμῖν, εἰ ’
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.