Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸ βύθιον καὶ σκοτωδέστατον ἄνω δ᾽ οἷον ἐν τενάγει διὰ λεπτότητα τοῦ σκιεροῦ χρανθεῖσα ταχέως ἀπαλλάττεται. παρίημι δ᾽ ὅσα χωρὶς ἰδίᾳ πρὸς τὰς βάσεις καὶ τὰς διαφορήσεις ἐλέχθη: καὶ γὰρ ἐκεῖναι μέχρι γε τοῦ ἐνδεχομένου προσίενται τὴν αἰτίαν:
ἀλλ᾽ ἐπανάγω πρὸς τὸν ὑποκείμενον λόγον ἀρχὴν ἔχοντα τὴν αἴσθησιν. ὁρῶμεν γὰρ ὅτι πῦρ ἐκ τόπου σκιεροῦ διαφαίνεται καὶ διαλάμπει μᾶλλον εἴτε παχύτητι τοῦ σκοτώδους ἀέρος, οὐ δεχομένου τὰς ἀπορρεύσεις καὶ διαχύσεις ἀλλὰ συνέχοντος ἐν ταὐτῷ
τὴν οὐσίαν καὶ σφίγγοντος: εἴτε τῆς αἰσθήσεως; τοῦτο πάθος ἐστίν, ὡς τὰ θερμὰ παρὰ τὰ ψυχρὰ
[p. 439]
θερμότερα καὶ τὰς ἡδονὰς παρὰ τοὺς πόνους σφοδροτέρας,
οὕτω τὰ λαμπρὰ φαίνεσθαι παρὰ τὰ σκοτεινὰ φανερά, τοῖς διαφόροις πάθεσιν ἀντεπιτείνοντα τὴν φαντασίαν.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.