previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς τὸν αὐτοκράτορα, ἐπεπόμφειν δὲ ὡς τὸν ἐν τῇ Συρίᾳ τότε αὐτοκράτορα, καὶ συνέβη καλῶς. ἑβδόμῃ ἔν τινι ἀποδυτηρίῳ βαλανείου Χαρίδημον ἰδεῖν τὸν ῥήτορα τὸν ἐκ Φοινίκης φαιδρόν τε καὶ ἄρτι λελουμένον, καὶ φάναι δὴ πρὸς αὐτὸν ἅμα τῇ προσρήσει οὑτωσὶ, ὅτι πρῳαίτερον λούσαιτο: καὶ αὐτὸς ἅμα ἀποδύεσθαι, ἐλουσάμην.

καὶ πάλιν τῇ δεκάτῃ τοῦ μηνὸς ἐδόκει μοι Ἀντωνῖνος Πυθοδώρου διαλέγεσθαι περὶ Νυμφῶν ἐπαίνων: εἰπεῖν οὖν καὶ αὐτὸς ὅτι οὐκ εἶεν θεαὶ χαριέστεραι, πάντως δὲ εἶναι καὶ τῷ ἐπιεικεῖ ἀπολαύειν αὐτῶν, εἰ καὶ μὴ πολλὰ λουμένῳ, τά γε μέτρια. ταῦτά τε δὴ καὶ ὑγιείας [p. 454] ἐδόκουν τι λέγειν ἐγκώμιον. δωδεκάτῃ ἐδόκουν Ἀντωνῖνον τὸν αὐτοκράτορα τὸν πρεσβύτερον καὶ τὸν τῶν πολεμίων βασιλέα σπονδὰς καὶ φιλίαν πεποιῆσθαι πρὸς ἀλλήλους: προσιόντων δὲ τῶν περὶ τὸν Βολόγεσον φωνὴν εἶναι οὐκ ὀλίγην, καὶ δοκεῖν αὐτοὺς ἑλληνίζειν. ἔπειτα ἀφικέσθαι παρ᾽ ἐμὲ ἀμφοτέρους μετὰ τοῦ σχήματος τοῦ βασιλικοῦ, καὶ εἶναι τόν τε Ἀντωνῖνον ἐπιεικῶς ἐν ἀκμῇ κἀκεῖνον βλοσυρόν τι ἰδεῖν: καθέζεσθαι δέ μου αὐτὸν οὐκ ἀπὸ πολλοῦ, ἑτέρωθεν δὲ ἐν θρόνῳ τὸν Ἀντωνῖνον. ἐδόκει δέ μοι καὶ ἰατρικῶν τινῶν ἐμπείρως ἔχειν Μῆδος, δεξιούμενος δέ με εἰπεῖν, πότε ἡμῖν ἀναγιγνώσκεις; κἀγὼ ἡσθῆναί τε τῷ ῥήματι καὶ φάναι, ὅταν ὑμεῖς κελεύητε. καὶ οἱ μὲν παρεσκευάζοντο πρὸς τὴν ἀκρόασιν, ἐγὼ δὲ ἀπῄειν ἐκλέξων τῶν βιβλίων. καί μοι ἔδοξε πρόλογόν τινα ὡς ἐν βραχεῖ συνθεῖναι εἰς αὐτοὺς, καὶ εἶχεν οὕτω πωςἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν δ᾽ οὖν διεσωσάμην: ἤδη μέν τις καὶ ἄλλος χρηστοῦ τινος αὐτῷ συμβάντος καὶ βουλόμενος ἐνδείξασθαι τὴν ἡδονὴν εἶπεν ὡς ἄρα εἴη πλεῖν διπλάσιος γεγονὼς, ἄλλος δέ τις ὡς ἐν μακάρων νήσοις εἶναι δοκοίη, ἐγὼ δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆς παρούσης ἡμέρας τε καὶ τύχης διάκειμαι: καὶ ἅμα ἐσκοπούμην εἰ κοινοῦν χρὴ τὸν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: