previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ Λευκίππη τῇ ἱερᾷ στολῇ. Ποδήρης χιτών, ὀθόνης χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ποῦς. [2] Καὶ μὲν εἰσῆλθε πάνυ κοσμίως: ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγονὅτι μὲν παρθένος [p. 207] Λευκίππη πεπίστευκα, ἀλλὰ τὸν Πᾶνα, φιλτάτη, [3] φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ. Ἀλλ̓ ἐκείνη μὲν ἔφυγε διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει: σὲ δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ, [4] ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ̓, δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου: ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω πάλιν ἡμῖν Λευκίππη παρθένος: ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις: μὴ ψεύσῃ τὴν παρθένον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: