previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. ἐκ δὲ τούτου τὸ ἡρῷον τὸ τοῦ Αὐγούστου ὡσίωσε, τὴν ἐπινίκιον στολὴν ἐνδύς. καὶ οἵ τε εὐγενέστατοι παῖδες, ὅσοι γε 1 καὶ ἀμφιθαλεῖς ἦσαν, μετὰ παρθένων ὁμοίων τὸν ὕμνον ᾖσαν, καὶ βουλὴ σὺν ταῖς γαμεταῖς σφων τε δῆμος [2] εἱστιάθη, θέαι τε παντοδαπαὶ ἐγένοντο. τά τε γὰρ τῆς μουσικῆς ἐχόμενα ἐσήχθη, καὶ ἵπποι δύο ἡμέραις ἠγωνίσαντο, τῇ μὲν προτέρᾳ εἰκοσάκις, τῇ δ᾽ ὑστέρᾳ καὶ τετταρακοντάκις 2 διὰ τὸ τὰ [3] γενέθλια αὐτοῦ τὴν ἡμέραν ἐκείνην εἶναι: ἦν γὰρ τελευταία τοῦ Αὐγούστου. καὶ τοῦτο μὲν καὶ ἐπ᾽ ἄλλων πολλῶν, ὥς που καὶ ἔδοξεν αὐτῷ, ἐποίησε πρότερον γὰρ οὐ πλείω τῶν δέκα ἄθλων ἐτίθετο, τότε δὲ καὶ ἄρκτους τετρακοσίας μεθ᾽ [4] ἑτέρων Λιβυκῶν θηρίων ἴσων ἀπέκτεινε. καὶ οἵ τε εὐγενεῖς παῖδες τὴν Τροίαν ἵππευσαν, καὶ τὸ ἅρμα τὸ πομπικὸν ἐφ᾽ οὗ ἤχθη ἓξ ἵπποι εἵλκυσαν: μηπώποτε ἐγεγόνει. οὐ μέντοι καὶ αὐτὸς τοῖς [p. 280] ἡνιόχοις ἀπεσήμηνεν, ἀλλ᾽ ἐκ προεδρίας 3 μετά τε τῶν ἀδελφῶν καὶ μετὰ τῶν συνιερέων τῶν Αὐγουστείων [5] συνεθεάσατο. ὅπως τε μηδεμία 4 τινὶ τοῦ μὴ συμφοιτᾶν ἐς τὰ θέατρα πρόφασις εἴη ῾καὶ γὰρ ἤσχαλλε δεινῶς εἴ τις αὐτῶν ἀπελείπετο καὶ μεσούσης τῆς θέας ἐξανίστατὀ, τάς τε δίκας ἁπάσας ἀνεβάλετο 5 καὶ τὰ πένθη πάντα ἐπέσχεν, ὥστε καὶ ταῖς γυναιξὶ ταῖς τῶν ἀνδρῶν ἐστερημέναις γαμεῖσθαι καὶ πρὸ τοῦ καθήκοντος χρόνου, [6] ἄν γε μὴ ἐν γαστρὶ ἔχωσιν, ἐξεῖναι. καὶ ἵνα μετὰ ῥᾳστώνης βαδίζοιεν καὶ μὴ πράγματα ἔχοιεν ἀσπαζόμενοί τινες αὐτόν ῾πρότερον γὰρ καὶ ἐν ταῖς ὁδοῖς τὸν αὐτοκράτορα οἱ συντυγχάνοντές οἱ προσηγόρευον᾽, [7] ἀπεῖπε μηδένα ἔτι τοῦτο ποιεῖν. καὶ ἐξῆν καὶ ἀνυποδήτοις τοῖς 6 βουλομένοις θεάσασθαι, νομιζόμενον μέν που ἀπὸ τοῦ πάνυ ἀρχαίου καὶ δικάζειν τινὰς ἐν τῷ θέρει οὕτως, καὶ πολλάκις καὶ ὑπὸ τοῦ Αὐγούστου ἐν ταῖς θεριναῖς πανηγύρεσι γενόμενον, ἐκλειφθὲν δὲ ὑπὸ τοῦ Τιβερίου. [8] τά τε προσκεφάλαια τοῖς βουλευταῖς, ὅπως μὴ ἐπὶ γυμνῶν τῶν σανίδων καθίζωνται, πρῶτον τότε ὑπετέθη: καὶ πίλους σφίσι τὸν Θετταλικὸν τρόπον ἐς τὰ θέατρα φορεῖν, ἵνα μὴ τῇ ἡλιάσει ταλαιπωρῶνται, ἐπετράπη. καὶ εἴγε ποτὲ ἐς ὑπερβολὴν ἐπέφλεξε, τῷ διριβιτωρίῳ 7 ἀντὶ τοῦ [9] θεάτρου ἰκριωμένῳ ἐχρῶντο. ταῦθ᾽ οὕτως ἐν τῇ ὑπατείᾳ ἔπραξε, δύο τε μησὶ καὶ ἡμέραις δώδεκα [p. 282] αὐτὴν σχών: τὸν γὰρ λοιπὸν τοῦ 8 ἑξαμήνου χρόνον τοῖς προαποδεδειγμένοις ἐς αὐτὴν ἀπέδωκε. ”

1 ge H. Steph., te M.

2 tettarakonta/kis Bs., tetra/kis M.

3 proedri/as Rk., proe/dras M.

4 mhdemi/a R. Steph., mhde\ mia=i M.

5 a)neba/leto Bk., a)neba/lleto M.

6 toi=s supplied by Rk.

7 diribitwri/w| Bk., diribetwri/w| M.

8 tou= Bs., th=s M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: