previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. σκευῇ ὡς πλήθει ἐδημοσίευεν. 1 ἐφίλει τε ὀλιγίστους: 2 τοῖς γὰρ πλείστοις καὶ τῶν βουλευτῶν τὴν χεῖρα τὸν πόδα προσκυνεῖν ὤρεγε, καὶ διὰ τοῦθ᾽ οἱ φιληθέντες ὑπ᾽ αὐτοῦ χάριν αὐτῷ καὶ ἐν τῇ γερουσίᾳ ἐγίγνωσκον, καίτοι τοὺς ὀρχηστὰς καθ᾽ [2] ἡμέραν φιλοῦντι πάντων ὁρώντων. καὶ ταῦτα μέντοι, ὅσα ὡς θεῷ αὐτῷ ἐγίγνετο, οὐχ ὅτι οἱ πολλοὶ καὶ ἀεί τινα κολακεύειν εἰωθότες ἐποίουν, ἀλλὰ καὶ οἱ πάνυ δοκοῦντές τι εἶναι.” Xiph. 168, 4-169. 11, Exc. Val. 211 (p. 669 s#3.). δ᾽ οὖν 3 Οὐιτέλλιος 4 Λούκιος οὔτ᾽ ἀγεννὴς 5 οὔτ᾽ ἄφρων ὤν, ἀλλὰ καὶ ἐκ τῆς ἐν τῇ Συρίᾳ ἀρχῆς ὀνομαστὸς γενόμενος ῾τά τε γὰρ ἄλλα [3] λαμπρῶς ἡγεμόνευσε, 6 καὶ τὸν Ἀρτάβανον καὶ ἐκείνῃ ἐπιβουλεύοντα, ἐπειδὴ μηδεμίαν τιμωρίαν ἐπὶ τῇ Ἀρμενίᾳ ἐδεδώκει, κατέπληξέ τε ἀπαντήσας αὐτῷ ἐξαπιναίως περὶ τὸν Εὐφράτην ἤδη ὄντι, καὶ ἔς τε λόγους αὐτὸν ὑπηγάγετο καὶ [p. 350] θῦσαι ταῖς τοῦ Αὐγούστου τοῦ τε Γαΐου εἰκόσιν ἠνάγκασε, σπονδάς τε αὐτῷ πρὸς τὸ τῶν Ῥωμαίων σύμφορον δοὺς καὶ προσέτι καὶ παῖδας αὐτοῦ [4] ὁμήρους λαβών᾽οὗτος οὖν Οὐιτέλλιος μετεπέμφθη μὲν ὑπὸ τοῦ Γαΐου ὡς καὶ ἀπολούμενος ῾ἐφ᾽ οἷς γὰρ οἱ Πάρθοι τὸν βασιλέα σφῶν ἐξήλασαν, ἐπὶ τούτοις ἐκεῖνος αἰτίαν ἔσχε, μισηθείς τε ὑπὸ τοῦ φθόνου καὶ ἐπιβουλευθεὶς ὑπὸ τοῦ φόβου: τῷ τε γὰρ κρείττονι τῷ ἑαυτοῦ Γάιος ἤχθετο, καὶ τὸ εὖ φερόμενον ὡς καὶ ἐπιθησόμενόν [5] οἱ ὑπώπτευεν᾽, ἐσώθη δὲ σχηματίσας πως ἑαυτὸν ὥστε καὶ ἐλάττων αὐτῷ τῆς δόξης φανῆναι, καὶ πρός τε τοὺς πόδας αὐτοῦ προσπεσὼν καὶ δάκρυσι κλαύσας, κἀν 7 τούτῳ καὶ θειάσας αὐτὸν πολλὰ καὶ προσκυνήσας, καὶ τέλος 8 εὐξάμενος, [6] ἂν περισωθῇ, θύσειν αὐτῷ ἐκείνῳ. ἐκ γὰρ τούτων οὕτως αὐτὸν ἐτιθάσευσε καὶ ἱλεώσατο ὥστε μὴ μόνον περιγενέσθαι, ἀλλὰ καὶ ἐν τοῖς πάνυ φίλοις αὐτοῦ νομισθῆναι. καί ποτε τοῦ Γαΐου συγγίγνεσθαί τε τῇ Σελήνῃ λέγοντος, καὶ ἐρωτήσαντος αὐτὸν εἰ ὁρῴη τὴν θεὸν συνοῦσαν αὐτῷ, κάτω τε ὡς καὶ 9 τεθηπὼς ἔβλεπεν ὑποτρέμων, καὶ σμικρόν τι φθεγξάμενοςὑμῖνἔφητοῖς θεοῖς, δέσποτα, μόνοις ἀλλήλους ὁρᾶν ἔξεστιν.’ Οὐιτέλλιος μὲν οὖν ἐκεῖθεν ἀρξάμενος πάντας καὶ μετὰ τοῦτο τοὺς ἄλλους 10 κολακείᾳ ὑπερεβάλετο.” Xiph. 169, 11-170, 6, Exc. Val. 212 (p. 670). “ ”

1 e)dhmosi/euen R. Steph., e)dhmosi/eusen Xiph. cod. Peir.

2 o)ligi/stous cod. Peir. Xiph. wL', o)li/gous Xiph. C.

3 d' ou)=n *wC, gou=n L'.

4 *ou)ite/llios Bk., bite/lios Xiph., bite/llios cod. Peir.

5 a)gennh\s Bs., a)genh\s Xiph. cod. Peir.

6 h(gemo/neuse CL', h(gemo/neue V.

7 ka)n Xiph., kai\ cod. Peir.

8 te/los om. cod. Peir.

9 w(s kai\ Xiph., oi(=a dh\ Zon.

10 pa/ntas ... tou\s a)/llous *wC, tou\s a)/llous ... pa/ntas L'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: