previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. τῷ δ᾽ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τἆλλα πάντα ὡς εἰπεῖν ἐχρῆτο. δημοκρατικώτατός τε γὰρ εἶναι τὰ πρῶτα δόξας, ὥστε μήτε τῷ δήμῳ τῇ γε βουλῇ γράψαι τι μήτε 1 τῶν ὀνομάτων τῶν ἀρχικῶν προσθέσθαι τι, μοναρχικώτατος ἐγένετο, [2] ὥστε πάντα ὅσα Αὔγουστος ἐν τοσούτῳ τῆς ἀρχῆς χρόνῳ μόλις καὶ καθ᾽ ἓν ἕκαστον ψηφισθέντα οἱ ἐδέξατο, ὧν ἔνια Τιβέριος οὐδ᾽ ὅλως προσήκατο, ἐν μιᾷ ἡμέρᾳ λαβεῖν. πλὴν γὰρ τῆς τοῦ πατρὸς ἐπικλήσεως οὐδὲν ἄλλο ἀνεβάλετο: 2 καὶ ἐκείνην δὲ οὐκ ἐς μακρὰν προσεκτήσατο. [3] μοιχικώτατός 3 τε ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἐκδιδομένην ἀνδρὶ ἁρπάσας, ἄλλας δὲ συνοικούσας τισὶν ἀποσπάσας, ἔπειτα αὐτὰς πλὴν μιᾶς ἐμίσησε: πάντως δ᾽ ἂν καὶ ἐκείνην ἤχθηρεν, εἰ ἐπὶ πλεῖον ἐβεβιώκει. ἔς τε τὴν μητέρα καὶ ἐς τὰς ἀδελφὰς 4 τήν τε τήθην τὴν Ἀντωνίαν πλεῖστα ὅσα εὐσεβῶς ποιήσας [4]ταύτην τε γὰρ Αὔγουστάν τε εὐθὺς καὶ ἱέρειαν τοῦ Αὐγούστου ἀποδείξας πάντα αὐτῇ [p. 268] καθάπαξ, ὅσα ταῖς ἀειπαρθένοις ὑπάρχει, ἔδωκε, καὶ ταῖς ἀδελφαῖς ταῦτά τε τὰ τῶν ἀειπαρθένων καὶ τὸ τὰς ἱπποδρομίας οἱ ἐν τῇ αὐτῇ προεδρίᾳ 5 συνθεᾶσθαι, τό τε τάς τε εὐχὰς τὰς κατ᾽ ἔτος ὑπὸ τῶν ἀρχόντων καὶ ὑπὸ τῶν ἱερέων ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ τοῦ δημοσίου ποιουμένας καὶ τοὺς ὅρκους τοὺς ἐς τὴν ἀρχὴν αὐτοῦ φέροντας [5] καὶ ὑπὲρ ἐκείνων ὁμοίως γίγνεσθαι ἔνειμε: τά τε ὀστᾶ τά τε τῆς μητρὸς καὶ τὰ τῶν ἀδελφῶν τῶν ἀποθανόντων αὐτός τε πλεύσας καὶ αὐτὸς αὐτοχειρίᾳ ἀνελόμενος ἐκόμισε καὶ ἐς τὸ τοῦ Αὐγούστου μνῆμα κατέθετο, τὸ ἱμάτιον τὸ περιπόρφυρον ἐνδὺς καὶ ῥαβδούχοις τισὶν ὥσπερ ἐν ἐπινικίοις [6] κοσμηθείς: τά τε ψηφισθέντα κατ᾽ αὐτῶν πάντα ἀπήλειψε, καὶ τοὺς ἐπιβουλεύσαντάς σφισι πάντας ἐκόλασε, τούς τε φεύγοντας δι᾽ αὐτοὺς κατήγαγεταῦτ᾽ οὖν ποιήσας ἀνοσιώτατος ἀνθρώπων καὶ περὶ τὴν τήθην καὶ περὶ τὰς ἀδελφὰς ἐγένετο: ἐκείνην τε γὰρ ἐπιτιμήσασάν τι αὐτῷ ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, καὶ τὰς ἀδελφὰς πάσας διαφθείρας ἐς νῆσον τὰς δύο [7] κατέκλεισεν: γὰρ τρίτη προαπέθανε. τόν τε Τιβέριον αὐτόν, ὃν καὶ πάππον προσωνόμαζε, τῶν αὐτῶν τῷ Αὐγούστῳ τιμῶν παρὰ τῆς βουλῆς τυχεῖν ἀξιώσας, ἔπειτ᾽ ἐπειδὴ μὴ παραχρῆμα ἐψηφίσθησαν ῾οὔτε γὰρ τιμῆσαι αὐτὸν ὑπομένοντες οὔτ ἀτιμάσαι θαρσοῦντες, ἅτε μηδέπω τὴν τοῦ νεανίσκου γνώμην σαφῶς εἰδότες, ἐς τὴν παρουσίαν αὐτοῦ πάντα ἀνεβάλλοντὀ, οὐδενὶ ἄλλῳ πλὴν τῇ δημοσίᾳ ταφῇ ἤγηλε, [p. 270] νυκτός τε ἐς τὴν πόλιν τὸ σῶμα αὐτοῦ ἐσαγαγὼν [8] καὶ ἅμα τῇ ἕῳ προθέμενος. ἐποιήσατο μὲν γὰρ καὶ λόγους ἐπ᾽ αὐτῷ, ἀλλ᾽ οὔτι γε καὶ ἐκεῖνον οὕτως ἐπαινῶν ὡς τοῦ τε Αὐγούστου καὶ τοῦ Γερμανικοῦ τὸν δῆμον ἀναμιμνήσκων καὶ ἑαυτὸν αὐτοῖς παρακατατιθέμενος. ”

1 ti mh/te cod. Peir., timh=i te M.

2 a)neba/leto cod. Peir., a)neba/lleto M.

3 moixikw/tato/s cod. Peir. Xiph. Zon., moixilw/tato/s M.

4 ta\s a)delfa\s Xiph. Zon., tou\s a)delfou\s M cod. Peir.

5 proedri/a| Leuncl., prosedrei/ai M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: