previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. τῷ δ᾽ ἑξῆς ἔτει ὕπατοι Μᾶρκος τε Ἰουλιανὸς καὶ Πούπλιος Νώνιος ἐκ τῶν προαποδεδειγμένων ἐγένοντο. καὶ οἱ ὅρκοι περὶ μὲν τῶν ὑπὸ τοῦ Τιβερίου πραχθέντων οὐκ ἐπήχθησαν, καὶ διὰ τοῦτο οὐδὲ νῦν γίγνονται ῾οὐ γὰρ ἔστιν ὅστις αὐτὸν 1 ἐν τοῖς αὐταρχήσασιν ἐς τὴν τῆς ὁρκίας [2] νόμισιν 2 καταλέγεἰ: περὶ δὲ δὴ τοῦ Αὐγούστου τοῦ τε Γαΐου τά τε ἄλλα ὥσπερ εἴθιστο, καὶ ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν τέκνων καὶ ἐκεῖνον καὶ τὰς ἀδελφὰς αὐτοῦ προτιμήσουσιν, ὤμοσαν, τάς τε 3 εὐχὰς ὑπὲρ πάντων αὐτῶν ὁμοίως ἐποιήσαντο. [3] ἐν δ᾽ οὖν τῇ νουμηνίᾳ αὐτῇ Μαχάων τις δοῦλος ἐπί τε τὴν κλίνην τοῦ Διὸς τοῦ Καπιτωλίου ἐπανέβη, κἀντεῦθεν πολλὰ καὶ δεινὰ ἀπομαντευσάμενος κυνίδιόν τέ τι ἐσενηνόχει ἀπέκτεινε καὶ ἑαυτὸν ἔσφαξε. [4] Γάιος δὲ καλὰ μὲν ἐπαίνου τε ἄξια τάδε ἔπραξε. τούς τε λογισμοὺς τῶν δημοσίων χρημάτων, μὴ ἐκτεθειμένους ἐν τῷ χρόνῳ Τιβέριος ἐξεδήμησε, πάντας κατὰ τὸν Αὔγουστον προέγραψε: 4 καὶ ἔμπρησίν τινα μετὰ τῶν στρατιωτῶν κατασβέσας [5] ἐπήρκεσε τοῖς ζημιωθεῖσι. τοῦ τε τέλους τοῦ τῶν ἱππέων ὀλιγανδροῦντος, τοὺς πρώτους ἐξ ἁπάσης καὶ τῆς ἔξω ἀρχῆς τοῖς τε γένεσι καὶ ταῖς περιουσίαις μεταπεμψάμενος κατελέξατο, καί τισιν αὐτῶν καὶ τῇ ἐσθῆτι τῇ βουλευτικῇ, καὶ πρὶν ἄρξαι τινὰ ἀρχὴν δι᾽ ἧς ἐς τὴν γερουσίαν ἐσερχόμεθα, [p. 288] χρῆσθαι ἐπὶ τῇ τῆς βουλείας 5 ἐλπίδι ἔδωκε: πρότερον γὰρ μόνοις, ὡς ἔοικε, τοῖς 6 ἐκ τοῦ βουλευτικοῦ φύλου γεγενημένοις τοῦτο ποιεῖν [6] ἐξῆν. ταῦτα μὲν δὴ πᾶσιν ἤρεσεν: ὅτι δὲ 7 τὰς ἀρχαιρεσίας τῷ τε δήμῳ καὶ τῷ πλήθει ἀπέδωκε, 8 λύσας ὅσα περὶ αὐτῶν Τιβέριος ὡρίκει, καὶ τὸ τέλος τῆς ἑκατοστῆς κατέλυσε, γυμνικόν τέ τινα ἀγῶνα ποιήσας σύμβολα διέρριψε καὶ ἐξ αὐτῶν [7] πλεῖστα τοῖς ἁρπάσασιν αὐτὰ διέδωκε, τῷ μὲν φαύλῳ ἐχαρίσατο, τοὺς δ᾽ ἔμφρονας ἐλύπησε λογισαμένους ὅτι, ἐὰν 9 ἐπὶ τοῖς πολλοῖς αἱ ἀρχαὶ αὖθις γένωνται καὶ τὰ ὄντα ἐξαναλωθῇ αἵ τε εἰδικαὶ 10 πρόσοδοι παυθῶσι, 11 πολλὰ καὶ δεινὰ συμβήσεται. ”

1 au)to\n Petr. Fab., au)tw=n M.

2 th\n th=s o(rki/as no/misin Reim., th\n th=s oi)kei/as no/misin M, th\n o(rkwmosi/an Naber.

3 ta/s te Rk., kai\ ta/s te M.

4 proe/graye Casaubon, prose/graye M

5 boulei/as Rk., boulh=s M.

6 toi=s Dind., pws M.

7 de\ supplied by Reim.

8 a)pe/dwke Pflugk, a)pode/dwke M.

9 e)a\n St., ka)\n M.

10 ei)dikai\ Bk., i)dikai\ M.

11 pauqw=si St., pausqw=si M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: