previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. μετὰ δὲ τοῦτο νοσήσας αὐτὸς μὲν οὐκ ἀπέθανε, τὸν δὲ δὴ Τιβέριον, καίπερ ἔς τε τοὺς ἐφήβους ἐσγραφέντα καὶ τῆς νεότητος προκριθέντα καὶ τέλος ἐσποιηθέντα, ἀνεχρήσατο, ἔγκλημα αὐτῷ ἐπαγαγὼν ὡς καὶ τελευτῆσαι αὐτὸν καὶ εὐξαμένῳ καὶ προσδοκήσαντι. ἀφ᾽ οὗ καὶ ἄλλους γε 1 συχνοὺς [2] ἐφόνευσεν. γὰρ Ἀντιόχῳ τε τῷ Ἀντιόχου τὴν Κομμαγηνήν, ἣν πατὴρ αὐτοῦ ἔσχε, καὶ προσέτι καὶ τὰ παραθαλάσσια τῆς Κιλικίας δούς, καὶ Ἀγρίππαν τὸν τοῦ Ἡρώδου ἔγγονον λύσας τε ῾ὑπὸ γὰρ τοῦ Τιβερίου ἐδέδετὀ καὶ τῇ τοῦ πάππου ἀρχῇ προστάξας, τὸν ἀδελφὸν καὶ τὸν υἱὸν οὐχ ὅτι τῶν πατρῴων ἀπεστέρησεν, ἀλλὰ καὶ κατέσφαξε. καὶ οὐδὲ ἐπέστειλέ τι περὶ αὐτοῦ τῇ βουλῇ: ὅπερ που καὶ ἐπ᾽ ἄλλων μετὰ [3] τοῦτο πολλῶν ἐποίησεν. ἐκεῖνος μὲν οὖν ὡς καὶ τῇ ἀρρωστίᾳ αὐτοῦ ἐφεδρεύσας ἀπώλετο, Πούπλιος δὲ Ἀφράνιος Ποτῖτος δημότης τε ὢν καὶ ὑπὸ μωρᾶς κολακείας οὐ μόνον ἐθελοντὴς ἀλλὰ καὶ ἔνορκος, ἄν γε Γάιος σωθῇ, τελευτήσειν ὑποσχόμενος, Ἀτάνιός τέ τις Σεκοῦνδος ἱππεύς τε ὢν καὶ μονομαχήσειν ἐπαγγειλάμενος: ἀντὶ γὰρ τῶν χρημάτων ἤλπιζον παρ᾽ αὐτοῦ ὡς καὶ ἀντίψυχοί οἱ ἀποθανεῖν ἐθελήσαντες λήψεσθαι, ἀποδοῦναι [p. 284] τὴν ὑπόσχεσιν ἠναγκάσθησαν, ἵνα μὴ ἐπιορκήσωσι. [4] καὶ τούτοις μὲν αὕτη αἰτία τοῦ θανάτου ἐγένετο: δὲ δὴ πενθερὸς αὐτοῦ Μᾶρκος Σιλανὸς οὔθ᾽ ὑποσχόμενός τι οὔτε κατομόσας, ὅμως ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν καὶ διὰ τοῦτο περιυβρίζετο, ἑαυτὸν [5] κατεχρήσατο. μὲν γὰρ Τιβέριος οὕτως αὐτὸν ἐτίμησεν ὥστε μηδὲ 2 ἔκκλητόν ποτε ἀπ᾽ αὐτοῦ δικάσαι ἐθελῆσαι, ἀλλ᾽ ἐκείνῳ πάντα αὖθις τὰ τοιαῦτα ἐγχειρίσαι: δὲ δὴ Γάιος τά τε ἄλλα ἰσχυρῶς προεπηλάκιζε, καίτοι οὕτω καλῶς περὶ αὐτοῦ φρονῶν ὥστε καὶ χρυσοῦν αὐτὸν πρόβατον [6] ὀνομάζειν, καὶ ὅπως μηκέτι πρῶτος ἐπιψηφίζηται, ἐν που καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ ἀξίωμα ὑφ᾽ ἁπάντων τῶν ὑπάτων ἐτιμᾶτο, κατέλυσε τὸ πρῶτόν τινα τῶν ὑπατευκότων δεύτερον, πρὸς τὸ τοῖς τὴν γνώμην ἐπάγουσι δοκοῦν, ψηφίζεσθαι, καὶ κατεστήσατο ἐκ τοῦ ἴσου τοῖς ἄλλοις καὶ ἐκείνους ἐν τῇ τάξει τῆς ἀρχῆς ἣν ἦρξαν 3 ἀποφαίνεσθαι. [7] τήν τε θυγατέρα αὐτοῦ ἐκβαλὼν ἔγημε Κορνηλίαν Ὀρεστίλλαν, 4 ἣν ἥρπασεν ἐν αὐτοῖς τοῖς γάμοις οὓς τῷ ἠγγυημένῳ 5 αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πίσωνι συνεώρταζε. πρὶν δὲ δύο μῆνας ἐξελθεῖν, ἀμφοτέρους σφᾶς ὡς καὶ συγγιγνομένους ἀλλήλοις [8] ἐξώρισε: καὶ τῷ γε Πίσωνι δέκα δούλους ἐπαγαγέσθαι ἐπιτρέψας, εἶτ᾽ ἐπειδὴ πλείονας ᾐτήσατο, ἐφῆκεν ὅσοις ἂν ἐθελήσῃ χρήσασθαι, [p. 286] εἰπὼν ὅτικαὶ στρατιῶται τοσοῦτοί σοι συνέσονται.’ ”

1 ge R. Steph., te M, om. Xiph.

2 mhde\ Xiph., mh/te M.

3 h)=rcan R. Steph., h)/racan M.

4 *)oresti/llan Dind., o)resti/nan M Xiph. Zon.

5 h)gguhme/nw| Dind., e)ggeguhme/nwi M Xiph. Zon.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: