previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. τοιούτῳ μὲν τότε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι, τοσοῦτον παρὰ τὰ τοῦ Γαΐου ὅσον τὰ τοῦ Αὐγούστου παρ᾽ ἐκεῖνα [2] παρενεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε καὶ ὑπηρέταις τοῖς ἄλλοις πρός γε τὸ αὑτοῦ βούλημα ἐχρῆτο, Γάιος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ τὴν σκηνὴν ἔχουσι: τὸν γοῦν Ἀπελλῆν τὸν εὐδοκιμώτατον τῶν τότε τραγῳδῶν [p. 274] [3] καὶ ἐν τῷ δημοσίῳ συνόντα οἱ ἀεὶ εἶχε. κἀκ τούτου χωρὶς μὲν αὐτὸς χωρὶς δὲ ἐκεῖνοι, πάνθ᾽ ὅσα ἂν 1 ἄνθρωποι τοιοῦτοι δυνηθέντες τι τολμήσειαν, ἐπ᾽ ἐξουσίας ἐποίουν. καὶ γὰρ τὰ ἄλλα τὰ ἐς τὴν ἐπιτήδευσιν αὐτῶν φέροντα αὐτός τε πολυτελέστατα ἐπὶ πάσῃ προφάσει καὶ διετίθει καὶ καθίστατο καὶ τοὺς στρατηγοὺς τούς τε ὑπάτους ποιεῖν ἠνάγκαζεν, ὥστε καθ᾽ ἑκάστην [4] ὀλίγου ἡμέραν πάντως τι τοιοῦτον ἄγεσθαι. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίγνετο, συνεσπούδαζέ τέ τισι καὶ ἀντεστασίαζεν ὥσπερ τις ἐκ τοῦ ὁμίλου ὤν: καί ποτε δυσκολάνας τι τοῖς ἀντικαθεστηκόσιν οὐκ ἀπήντησεν ἐπὶ τὴν θέαν. προϊόντος δὲ δὴ τοῦ χρόνου καὶ ἐς ζήλωμα καὶ ἐς ἀγώνισμα πολλῶν προῆλθεν: [5] ἅρματά τε γὰρ ἤλασε καὶ ἐμονομάχησεν ὀρχήσει τε ἐχρήσατο καὶ τραγῳδίαν ὑπεκρίνατο. καὶ ταῦτα μέν που ἀεὶ ἐποίει, ἅπαξ δέ ποτε τοὺς πρώτους τῆς γερουσίας σπουδῇ νυκτὸς ὡς καὶ ἐπ᾽ ἀναγκαῖόν τι βούλευμα μεταπεμψάμενος ὠρχήσατο. ”

1 o(/sa a)\n Zon., o(/sa M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: