previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. τῆς μὲν δὴ γεφύρας ἐκείνης τοῦτο τὸ τέλος ἐγένετο, καὶ αἰτίαν καὶ αὐτὴ θανάτου πολλοῖς παρέσχεν: ἐξαναλωθεὶς γὰρ ἐς αὐτὴν πολλῷ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ἐδίκαζε [2] δὲ καὶ ἰδίᾳ καὶ μετὰ πάσης τῆς γερουσίας. καί τινα καὶ ἐκείνη καθ᾽ ἑαυτὴν ἔκρινεν: οὐ μέντοι καὶ αὐτοτελὴς ἦν, ἀλλ᾽ ἐφέσιμοι δίκαι ἀπ᾽ αὐτῆς συχναὶ ἐγίγνοντο. καὶ τὰ μὲν τῇ βουλῇ δόξαντα ἄλλως ἐφανεροῦτο, τῶν δὲ ὑπὸ τοῦ Γαΐου καταψηφισθέντων τὰ ὀνόματα ἐξετίθετο, ὥσπερ [3] φοβουμένου αὐτοῦ μὴ διαλάθωσι. καὶ οὗτοί τε ἐκολάζοντο, οἱ μὲν ἐν τῷ δεσμωτηρίῳ οἱ δὲ καὶ ἀπὸ τοῦ Καπιτωλίου κατακρημνιζόμενοι, καὶ ἕτεροι σφᾶς αὐτοὺς προαπεκτίννυσαν. οὐδὲ γὰρ [p. 316] οὐδὲ τοῖς ἐξελαυνομένοις ἀσφάλεια ἦν, ἀλλὰ καὶ ἐκείνων πολλοὶ ἤτοι κατὰ τὴν ὁδὸν καὶ ἐν τῇ φυγῇ διεφθείροντο. καὶ τὰ μὲν τῶν ἄλλων οὐδὲν δεῖ λεπτολογοῦντα μάτην τοὺς ἀναγνωσομένους [4] διοχλεῖν: Καλουίσιος δὲ δὴ Σαβῖνος ἔν τε τοῖς πρώτοις τῆς βουλῆς ὢν καὶ τότε ἐκ τῆς ἐν τῇ Παννονίᾳ ἀρχῆς ἀφιγμένος, τε γυνὴ αὐτοῦ Κορνηλία γραφέντες ῾καὶ γὰρ ἐκείνη ὡς φυλακάς τε ἐφοδεύσασα καὶ τοὺς στρατιώτας ἀσκοῦντας ἰδοῦσα αἰτίαν ἔσχεν᾽ οὐχ ὑπέμειναν τὴν κρίσιν, [5] ἀλλ᾽ ἑαυτοὺς προανάλωσαν. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ Τίτιος Ῥοῦφος ἐποίησεν, ἔγκλημα λαβὼν εἰρηκέναι ὅτι γερουσία ἄλλα μὲν φρονεῖ ἄλλα δ᾽ ἀποφαίνεται. Ἰούνιός τέ τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ᾽ ἄλλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος. καὶ ἐπ᾽ αὐτῷ Γάιος, μαθὼν ὅτι οὐδὲν ἄξιον τοῦ θανάτου ἐκέκτητο, θαυμαστὸν λόγον ἐφθέγξατο, εἰπὼν ὅτιἠπάτησέ με καὶ μάτην ἀπώλετο: ζῆν γὰρ ἐδύνατο.’ ”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: