previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. μετὰ δὲ τοῦτο ὑπατεύσας αὖθις τὸν μὲν τοῦ Διὸς ἱερέα ἐκώλυσεν ἐν τῷ συνεδρίῳ ὀμόσαι ῾ἰδίᾳ γὰρ καὶ τότε, ὥσπερ ἐπὶ τοῦ Τιβερίου, τὸν ὅρκον ἐποιοῦντὀ, αὐτὸς δὲ καὶ ἐνιστάμενος ἐς τὴν ἀρχὴν καὶ ἀπαλλαττόμενος ἀπ᾽ αὐτῆς ἐξ ἴσου τοῖς ἄλλοις ἀπὸ τοῦ βήματος, δὴ καὶ μεῖζον τοῦ [2] προτέρου ἐπεποίητο, ὤμοσε. τριάκοντα δὲ δὴ ἡμέρας ἦρξε, καίτοι Λουκίῳ Ἀπρωνίῳ τῷ συνάρχοντι ἓξ μῆνας ἐπιτρέψας: καὶ αὐτὸν Σαγκυΐνιος 1 Μάξιμος πολιαρχῶν διεδέξατο. καὶ ἔν τε ἐκείναις καὶ ἐν ταῖς ἔπειτα πολλοὶ μὲν τῶν πρώτων καταδικασθέντες ῾συχνοὶ γὰρ δὴ καὶ τῶν ἐκ τοῦ δεσμωτηρίου ἀφειμένων, δι᾽ αὐτὰ ἐκεῖνα δι᾽ 2 ὑπὸ τοῦ Τιβερίου ἐδέδεντο, ἐκολάσθησαν᾽ πολλοὶ δὲ καὶ [p. 298] [3] τῶν ἄλλων μονομαχήσαντες ἀπώλοντο. καὶ ἦν ἔξω τῶν φόνων οὐδέν: οὐδὲ γὰρ οὐδὲ τῷ πλήθει ἔτι τι ἐχαρίζετο, ἀλλὰ καὶ πάνυ πρὸς πάντα ὅσα ἐβούλετο ἀντέπραττε. καὶ διὰ τοῦτο καὶ ἐκεῖνοι πᾶσι τοῖς ἐπιθυμήμασιν αὐτοῦ ἀντέσπευδον, καὶ ἦν καὶ ἀκούειν καὶ ὁρᾶν οἷα ἂν ἐν τῷ τοιούτῳ μὲν ὀργιζόμενος οἱ δ᾽ ἀνταγωνιζόμενοι καὶ εἴποιεν [4] καὶ πράξειαν. 3 οὐ μέντοι καὶ ἐξ ἴσου σφίσι τὸ πρᾶγμα ἐγίγνετο: οἱ μὲν γὰρ ἔξω τοῦ λαλεῖν καὶ τοῖς σχήμασί τι προσενδείκνυσθαι οὐδὲν ἐδύναντο, δὲ δὴ Γάιος συχνοὺς μὲν καὶ μεταξὺ θεωμένους κατασπῶν, συχνοὺς δὲ καὶ ἀπηλλαγμένους ἐκ τῶν θεάτρων συλλαμβάνων ἀπώλλυεν. [5] αἰτίαι δὲ ἐς τὰ μάλιστα τῆς ὀργῆς αὐτῷ ἐγίγνοντο ὅτι τε μὴ σπουδῇ συνεφοίτων ῾ἄλλοτε γὰρ ἄλλῃ ὥρᾳ παρὰ τὰ προηγγελμένα ἀπαντῶντος αὐτοῦ, καὶ τοτὲ μὲν ἔτι νυκτὸς τοτὲ δὲ καὶ μετὰ μεσημβρίαν ἐς τὰ θέατρα ἐσιόντος, ἀποκναιόμενοι ἐκακοῦντὀ καὶ ὅτι μήτε ἀεὶ πάντας τοὺς ἀρέσκοντας αὐτῷ ἐπῄνουν καί τινας καὶ τῶν ἐναντίων [6] ἔστιν ὅτε ἐτίμων. καὶ προσέτι καὶ ἐπ᾽ ἐκείνῳ δεινῶς ἠγανάκτει ὅτι μεγαλύνοντες αὐτὸν ἐπεβόωννεανίσκε Αὔγουστε:’ οὐ γὰρ μακαρίζεσθαι ὅτι νέος ὢν ἐμονάρχει, ἀλλ᾽ ἐγκαλεῖσθαι ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ τηλικαύτην ἀρχὴν εἶχεν ἡγεῖτο. καὶ ταῦτα μὲν ἀεὶ ἐποίει, καί ποτε παντὶ τῷ δήμῳ ἅμα ἀπειλῶν ἔφηεἴθε ἕνα αὐχένα εἴχετε:’ [7] τότε δὲ ἐπειδὴ παρωξύνθη τι οἷον εἰώθει, δυσχερᾶναν [p. 300] τὸ πλῆθος τῆς τε θέας ἠμέλησε καὶ ἐπὶ τοὺς συκοφαντοῦντας ἐτράπετο, καὶ αὐτοὺς ἐπὶ πολὺ σφοδρῶς βοῶντες ἐξῄτουν. καὶ ὃς ἀγανακτήσας ἀπεκρίνατο μέν σφισιν οὐδέν, προστάξας δὲ ἐτέροις τισὶ τοὺς ἀγῶνας ποιεῖν ἐς Καμπανίαν [8] ἀπῆρε. καὶ μετὰ τοῦτο ἐπανελθὼν πρὸς τὰ τῆς Δρουσίλλης γενέσια ἄγαλμά τε αὐτῆς ὑπ᾽ 4 ἐλεφάντων ἐν ἁρμαμάξῃ ἐς τὸν ἱππόδρομον ἐσήγαγε, καὶ θέαν τῷ δήμῳ προῖκα ἐπὶ δύο ἡμέρας ἀπένειμε: καὶ ἐν 5 αὐτῷ τῇ μὲν προτέρᾳ ἄρκτοι πρὸς ταῖς [9] τῶν ἵππων ἁμίλλαις πεντακόσιαι ἐσφάγησαν, τῇ δὲ ἑτέρᾳ Λιβυκὰ θηρία ἴσα ἀναλώθη, καὶ παγκρατιασταὶ ἐν πολλοῖς ἅμα τόποις ἠγωνίσαντο. καὶ δῆμος εἱστιάθη, τοῖς τε βουλευταῖς ταῖς τε γυναιξὶν αὐτῶν δωρεὰ ἐδόθη ... 6

1 *sagkui+/nios Bs., sakui/nios M.

2 di) (??) R. Steph., dia\ M.

3 pra/ceian Dind., pra/caien M.

4 u(p' Bs., e)p' M.

5 e)n added by Bs.

6 Lacuna indicated by Xyl.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: