previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. θερμὸν ὕδωρ ἀπέκτεινεν ὡς ἀσεβήσαντα. διαλιπὼν δ᾽ οὖν ὀλίγας ἡμέρας ἔγημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μέμμιον Ῥήγουλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκάσας, μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. καὶ εὐθύς γε καὶ ἐκείνην 1 ἐξήλασεν. [2] ἐν δὲ τούτῳ Σοαίμῳ μὲν τὴν τῶν Ἰτυραίων τῶν Ἀράβων, Κότυϊ δὲ τήν τε Ἀρμενίαν τὴν σμικροτέραν [p. 296] καὶ μετὰ τοῦτο καὶ τῆς Ἀραβίας τινά, τῷ τε Ῥυμητάλκῃ τὰ τοῦ Κότυος καὶ Πολέμωνι τῷ τοῦ Πολέμωνος υἱεῖ τὴν πατρῴαν ἀρχήν, ψηφισαμένης δὴ τῆς βουλῆς, ἐχαρίσατο, ἔν τε τῇ ἀγορᾷ καὶ ἐπὶ τοῦ βήματος ἐν δίφρῳ μεταξὺ τῶν ὑπάτων καθεζόμενος, καὶ παραπετάσμασι σηρικοῖς, ὥς [3] γέ τινές φασι, χρησάμενος. καὶ μετὰ τοῦτο πηλὸν πολὺν ἐν στενωπῷ τινι ἰδὼν ἐκέλευσεν αὐτὸν ἐς τὸ τοῦ Οὐεσπασιανοῦ τοῦ Φλαουίου ἱμάτιον, ἀγορανομοῦντός τε τότε καὶ τῆς τῶν στενωπῶν καθαριότητος ἐπιμελουμένου, ἐμβληθῆναι. καὶ τοῦτο οὕτω πραχθὲν παραχρῆμα μὲν ἐν οὐδενὶ λόγῳ ὤφθη, ὕστερον δὲ τοῦ Οὐεσπασιανοῦ τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος τε καὶ καταστησαμένου ἔδοξεν οὐκ ἀθεεὶ γεγονέναι, ἀλλ᾽ ἄντικρυς αὐτῷ τὴν πόλιν Γάιος πρὸς ἐπανόρθωσιν ἐγκεχειρικέναι. ”

1 e)kei/nhn R. Steph., e)kei=non M (but corrected by late hand to e)kei/nhn'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: