Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[132]
τίς οὖν ἀπαλλαγὴ γένοιτ᾽ ἂν τῶν κακῶν τῶν παρόντων; διείλεγμαι μὲν τὰ πλεῖστα περὶ αὐτῶν τούτων, οὐκ ἐφεξῆς, ἀλλ᾽ ὡς ἕκαστον τῷ καιρῷ συνέπιπτεν: μᾶλλον δ᾽ ἂν ὑμῖν ἐγγένοιτο μνημονεύειν, εἰ συναγαγὼν τὰ μάλιστα κατεπείγοντα πάλιν ἐπανελθεῖν αὐτὰ πειραθείην.