Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[107]
καὶ ταῦτ᾽ ἴδοι τις ἂν ἐπὶ τῶν μεγίστων: τί γὰρ οὐχ οὕτω γέγονεν; οὐχ ἡμεῖς μὲν τοιαῦτα προῃρούμεθα πράττειν, ἐξ ὧν Λακεδαιμόνιοι δεσπόται τῶν Ἑλλήνων κατέστησαν, ἐκεῖνοι δ᾽ οὕτω κακῶς προὔστησαν τῶν πραγμάτων, ὥσθ᾽ ἡμᾶς οὐ πολλοῖς ἔτεσιν ὕστερον πάλιν ἐπιπολάσαι καὶ κυρίους γενέσθαι τῆς ἐκείνων σωτηρίας;