Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[62]
ἀλλὰ καὶ συμβουλεύειν τίνων ἀπεχόμενοι καὶ ποίων ὀρεγόμενοι παυσαίμεθ᾽ ἂν ταύτην ἔχοντες τὴν γνώμην καὶ τοιαῦτ᾽ ἐξαμαρτάνοντες, οὗτος ὁ λόγος ἀπορεῖν ἄν με ποιήσειεν ἀποκρίσεως, οὐκ ἀληθοῦς καὶ συμφερούσης, ἀλλ᾽ ἀρεσκούσης ὑμῖν. οὐ μὴν ἀλλ᾽ ἐπειδή περ ἀποκεκαλυμμένως ὥρμημαι λέγειν, οὐκ ἀποκνητέον ἀποφήνασθαι καὶ περὶ τούτων.