Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
εἰς τοῦτο γὰρ κατὲστησαν τῶν μὲν οἰκείων ἀμελείας τῶν δ᾽ ἀλλοτρίων ἐπιθυμίας, ὥστε Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν χώραν καὶ τοῦ τείχους ἤδη τοῦ Δεκελειᾶσιν ἑστηκότος εἰς Σικελίαν τριήρεις ἐπλήρουν, καὶ οὐκ ᾐσχύνοντο τὴν μὲν πατρίδα τεμνομένην καὶ πορθουμένην περιορῶντες, ἐπὶ δὲ τοὺς οὐδὲν πώποτ᾽ εἰς ἡμᾶς ἐξαμαρτόντας στρατιὰν ἐκπέμποντες,