Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[93]
ὥστ᾽ εἴ τις ἡμᾶς ἐρωτήσειεν εἰ δεξαίμεθ᾽ ἂν τοσοῦτον χρόνον ἄξαντες τοιαῦτα παθοῦσαν τὴν πόλιν ἐπιδεῖν, τίς ἂν ὁμολογήσειε, πλὴν εἴ τις παντάπασιν ἀπονενοημένος ἐστὶ καὶ μήθ᾽ ἱερῶν μήτε γονέων μήτε παίδων μήτ᾽ ἄλλου μηδενὸς φροντίζει πλὴν τοῦ χρόνου μόνον τοῦ καθ᾽ ἑαυτόν; ὧν οὐκ ἄξιον τὴν διάνοιαν ζηλοῦν, ἀλλὰ πολὺ μᾶλλον τῶν πολλὴν πρόνοιαν ποιουμένων, καὶ μηδὲν ἧττον ὑπὲρ τῆς κοινῆς δόξης ἢ τῆς ἰδίας φιλοτιμουμένων, καὶ προαιρουμένων μέτριον βίον μετὰ δικαιοσύνης μᾶλλον ἢ μέγαν πλοῦτον μετ᾽ ἀδικίας.