Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
εἰ δὲ τοῖς ἐν Μαραθῶνι τοὺς βαρβάρους νικήσασι καὶ τοῖς πρὸ τούτων γενομένοις, πῶς οὐ πάντων ἀναισχυντότατοι τυγχάνουσιν ὄντες, εἰ τοὺς τότε πολιτευομένους ἐπαινοῦντες τἀναντία πράττειν ἐκείνοις πείθουσιν ἡμᾶς, καὶ τοιαῦτ᾽ ἐξαμαρτάνειν περὶ ὧν ἀπορῶ τί ποιήσω, πότερα χρήσωμαι ταῖς ἀληθείαις ὥσπερ περὶ τῶν ἄλλων, ἢ κατασιωπήσω, δείσας τὴν πρὸς ὑμᾶς ἀπέχθειαν; δοκεῖ μὲν γάρ μοι βέλτιον εἶναι διαλεχθῆναι περὶ αὐτῶν, ὁρῶ δ᾽ ὑμᾶς χαλεπώτερον διατιθεμένους πρὸς τοὺς ἐπιτιμῶντας ἢ πρὸς αἰτίους τῶν κακῶν γεγενημένους. οὐ μὴν ἀλλ᾽ αἰσχυνθείην ἄν,