Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
εἰς τοῦτο γάρ τινες ἀνοίας ἐληλύθασιν, ὥσθ᾽ ὑπειλήφασι τὴν ἀδικίαν ἐπονείδιστον μὲν εἶναι, κερδαλέαν δὲ καὶ πρὸς τὸν βίον τὸν καθ᾽ ἡμέραν συμφέρουσαν, τὴν δὲ δικαιοσύνην εὐδόκιμον μέν, ἀλυσιτελῆ δὲ καὶ μᾶλλον δυναμένην τοὺς ἄλλους ὠφελεῖν ἢ τοὺς ἔχοντας αὐτήν,