Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον δηλῶσαι τὰς πονηρὰς τῶν πράξεων καὶ τὰς συμφορὰς τὰς ἀπ᾽ αὐτῶν γιγνομένας: οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ, βελτιόνων ἐπιθυμῆσαι πραγμάτων.ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ τῶν εἰρμένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων ταῦτ᾽ ἔχω λέγειν πρὸς ὑμᾶς: ὅθεν δ᾽ ἀπέλιπον, πάλιν ποιήσομαι τὴν ἀρχήν.