Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
ἔφασκον γὰρ ἐκεῖθεν κάλλιστ᾽ ἂν ὑμᾶς καταμαθεῖν ὡς οὐ συμφέρει λαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν, εἰ σκέψαισθε τίνα τρόπον ἡ πόλις διέκειτο πρὶν τὴν δύναμιν ταύτην κτήσασθαι, καὶ πῶς ἐπειδὴ κατέσχεν αὐτήν: ἢν γὰρ ταῦτα παρ᾽ ἄλληλα τῇ διανοία θεωρήσητε, γνώσεσθ᾽ ὅσων κακῶν αἰτία τῇ πόλει γέγονεν.