[495β]
Καλλίκλης
καὶ γὰρ σύ, ὦ Σώκρατες.Σωκράτης
οὐ τοίνυν ὀρθῶς ποιῶ οὔτ᾽ ἐγώ, εἴπερ ποιῶ τοῦτο, οὔτε σύ. ἀλλ᾽, ὦ μακάριε, ἄθρει μὴ οὐ τοῦτο ᾖ τὸ ἀγαθόν, τὸ πάντως χαίρειν: ταῦτά τε γὰρ τὰ νυνδὴ αἰνιχθέντα πολλὰ καὶ αἰσχρὰ φαίνεται συμβαίνοντα, εἰ τοῦτο οὕτως ἔχει, καὶ ἄλλα πολλά.Καλλίκλης
ὡς σύ γε οἴει, ὦ Σώκρατες.Σωκράτης
σὺ δὲ τῷ ὄντι, ὦ Καλλίκλεις, ταῦτα ἰσχυρίζῃ;Καλλίκλης
ἔγωγε.