[505β]
Σωκράτης
περὶ δὲ ψυχήν, ὦ ἄριστε, οὐχ ὁ αὐτὸς τρόπος; ἕως μὲν ἂν πονηρὰ ᾖ, ἀνόητός τε οὖσα καὶ ἀκόλαστος καὶ ἄδικος καὶ ἀνόσιος, εἴργειν αὐτὴν δεῖ τῶν ἐπιθυμιῶν καὶ μὴ ἐπιτρέπειν ἄλλ᾽ ἄττα ποιεῖν ἢ ἀφ᾽ ὧν βελτίων ἔσται: φῂς ἢ οὔ;
Σωκράτης
οὕτω γάρ που αὐτῇ ἄμεινον τῇ ψυχῇ;
Σωκράτης
οὐκοῦν τὸ εἴργειν ἐστὶν ἀφ᾽ ὧν ἐπιθυμεῖ κολάζειν;
Σωκράτης
τὸ κολάζεσθαι ἄρα τῇ ψυχῇ ἄμεινόν ἐστιν ἢ ἡ ἀκολασία, ὥσπερ σὺ νυνδὴ ᾤου.