[494δ]
Καλλίκλης
ὡς ἄτοπος εἶ, ὦ Σώκρατες, καὶ ἀτεχνῶς δημηγόρος.
Σωκράτης
τοιγάρτοι, ὦ Καλλίκλεις, Πῶλον μὲν καὶ Γοργίαν καὶ ἐξέπληξα καὶ αἰσχύνεσθαι ἐποίησα, σὺ δὲ οὐ μὴ ἐκπλαγῇς οὐδὲ μὴ αἰσχυνθῇς: ἀνδρεῖος γὰρ εἶ. ἀλλ᾽ ἀποκρίνου μόνον.
Καλλίκλης
φημὶ τοίνυν καὶ τὸν κνώμενον ἡδέως ἂν βιῶναι.