previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ μέρος ἡγεμόνων ἐμπειρίας. προκατασκευασάμενος δὲ τὰ προειρημένα τοῦτον τὸν τρόπον, συνῆγε τοὺς ἱππεῖς ἐκ τῶν πόλεων εἰς ἕνα τόπον, καὶ δι᾽ αὑτοῦ τὰς κινήσεις ἐπετέλει καὶ τὸν ὅλον χειρισμὸν αὐτὸς ἐποιεῖτο τῆς ἐξοπλισίας, [2] οὐ προηγούμενος πάντων, ὅπερ οἱ νῦν ποιοῦσιν ἡγεμόνες, ὑπολαμβάνοντες ἡγεμονικὴν εἶναι τὴν πρώτην χώραν. [3] τί γὰρ ἀπειρότερον, ἅμα δ᾽ ἐπισφαλέστερον ἄρχοντος, ὃς ὁρᾶται μὲν ὑπὸ πάντων τῶν ὑποτεταγμένων, ὁρᾷ δ᾽ οὐδένα; [4] οὐ γὰρ στρατιωτικῆς ἐξουσίας, ἀλλ᾽ ἡγεμονικῆς ἐμπειρίας, ἅμα δὲ καὶ δυνάμεως δεῖγμα δεῖ φέρειν τὸν ἱππάρχην ἐν ταῖς ἐξοπλισίαις, ποτὲ μὲν ἐν πρώτοις, ποτὲ δ᾽ ἐν ἐσχάτοις, ποτὲ δὲ κατὰ μέσους γινόμενον. [5] ὅπερ προειρημένος ἀνὴρ ἐποίει, παριππεύων καὶ πάντας ἐφορῶν αὐτός, καὶ προσδιασαφῶν αὐτοῖς ἀποροῦσι καὶ διορθῶν ἐν ἀρχαῖς πᾶν τὸ διαμαρτανόμενον. [6] ἦν δὲ τὰ τοιαῦτα τελέως βραχέα καὶ σπάνια διὰ τὴν προγεγενημένην ἐν τοῖς κατὰ μέρος ἐπιμέλειαν. [7] Δημήτριος Φαληρεὺς ἕως λόγου τὸ τοιοῦτον ὑπέδειξε, φήσας ὅτι καθάπερ ἐν οἰκοδομίαις, ἐὰν κατὰ μίαν πλίνθον θῇς καὶ καθ᾽ ἕνα δόμον ἐπιμελείας τύχῃ τὸ παρατεθέν, οὕτως ἐν στρατοπέδῳ τὸ κατ᾽ ἄνδρα καὶ κατὰ λόχον ἀκριβωθὲν ὅλην ποιεῖ τὴν δύναμιν ἰσχυράν. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: