Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ πρὸς τῶν πέριξ δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ
τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἐπέθηκε χεῖρα, καὶ
ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων
ἠλευθερώθη τῶν δεσμῶν εἰπών, ‘πάντες ἐσμὲν τοιοῦτοι Ἀθηναῖοι: εἰ δ᾽ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω.’ φοβηθεὶς δὲ ὁ Ξὲρξης φρουρεῖσθαι αὐτὸν προσέταξε καθάπερ ἱστορεῖ Ἀγαθαρχίδης
Σάμιος δευτέρᾳ τῶν Περσικῶν.
Πορσίνας Τούσκων βασιλεὺς πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ