Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ ἡ θυγάτηρ ἐρασθεῖσα Διομήδους τὸν πατέρα
προέδωκε, καὶ τὸν Διομήδην ἔσῳσε λύσασα τῶν δεσμῶν ὁ δὲ ἀμελήσας τῆς εὐεργέτιδος ἀπέπλευσεν
ἡ δὲ βρόχῳ ἐτελεύτησεν ὡς
Ἰόβας ἐν τρίτῃ
Λιβυκῶν.
Καλπούρνιος Κράσσος ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρατευόμενος, ἐπέμφθη εἰς Μασσύλους πορθήσων φρούριόν τι δυσάλωτον τοὔνομα Γαραίτιον. αἰχμάλωτος δὲ ληφθεὶς ἔμελλε θύεσθαι
τῷ Κρόνῳ. Βισαλτία δέ, τοῦ βασιλέως θυγάτηρ,