Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄρης
Ἀλθαίᾳ συνῆλθε καὶ Μελέαγρον ποιήσας * * * ὡς Εὐριπίδης ἐν Μελεάγρῳ.
Σεπτίμιός Μάρκελλος γήμας Σιλουίαν πολλὰ κυνηγίῳ προσέκειτο: τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος ἐγκύμονα ἐποίησε,
καὶ ὡμολόγησεν ὅστις ἦν καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. ἀπέτεκεν οὖν Σεπτιμίῳ Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς μόνης
ἠμέλησε Δήμητρος. ἡ δὲ κάπρον ἔπεμψε.
συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε,