λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ [p. 33] πίνειν καὶ 1 διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. ἀπεδείκνυε δ᾽ αὐτοὺς φλυαροῦντας Φιλῖνος 2 ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι ‘τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων’ ἔστι δ᾽ ὅτε ‘καὶ τὴν ἐφεξῆς:’ διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἣδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι: διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι: πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός; φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν 3 ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ 4 Καλλισθένης ἐν διαβολῇ 5 γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων 6 δειπνεῖν διὰ τὸν πότον: ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην, ἐλθοῦσαν ἐπ᾽ αὐτὸν , ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.