previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἰσθμίων ἀγομένων ἐν τῇ δευτέρᾳ τῶν Σώσπιδος ἀγωνοθεσιῶν τὰς μὲν ἄλλας ἑστιάσεις διεφύγομεν, ἑστιῶντος αὐτοῦ πολλοὺς μὲν ἅμα ξένους, [p. 321] πάντας δὲ πολλάκις τοὺς πολίτας: ἅπαξ δὲ τοὺς μάλιστα φίλους καὶ φιλολόγους οἴκοι δεχομένου, καὶ αὐτοὶ παρῆμεν 1. ἀπηρμένων δὲ τῶν πρώτων τραπεζῶν, ἧκέ τις Ἡρώδῃ τῷ ῥήτορι παρὰ γνωρίμου νενικηκότος ἐγκωμίῳ φοίνικα καὶ στέφανόν τινα τῶν πλεκτῶν κομίζων. δὲ ταῦτα μὲν δεξιωσάμενος ἀπέπεμψε πάλιν, ἔφη δ᾽ ἀπορεῖν, τί δήποτε τῶν ἀγώνων στέφανον ἄλλος ἄλλον ἔχει, τὸν δὲ φοίνικα κοινῇ πάντες. ‘οὐ γὰρ ἐμὲ γοῦνἔφη 2πείθουσιν οἱ τὴν ἰσότητα τῶν φύλλων, οἷον ἀντανισταμένων ἀεὶ καὶ συνεκτρεχόντων, ἀγῶνι καὶ ἁμίλλῃ παραπλήσιόν τι ποιεῖν φάσκοντες, αὐτήν τε τὴννίκηνπαρὰ τὸμὴ εἶκονὠνομάσθαι: καὶ γὰρ ἄλλα πάμπολλα μονονοὺ μέτροις τισὶ καὶ σταθμοῖς 3 ἀκριβῶς τὴν τροφὴν διανέμοντα τοῖς ἀντιζύγοις πετάλοις ἰσότητα θαυμαστὴν καὶ τάξιν ἀποδίδωσιν ἔτι δ᾽ ἀπιθανώτεροι 4 τούτων εἰσὶν οἱ τὸ κάλλος καὶ τὴν εὐφυΐαν ἀγαπῆσαι τοὺς παλαιούς, ὡς Ὅμηρον 5ἔρνεϊ φοίνικοςἀπεικάσαντα τὴν ὥραν τῆς Φαιακίδος, ὑπονοοῦντες. οὐ γὰρ ἀγνοεῖτε δήπουθεν, ὅτι καὶ ῥόδοις καὶ λυχνίσιν 6, ἔνιοι δὲ καὶ μήλοις καὶ ῥοιαῖς 7 ἔβαλλον ὡς καλοῖς: γεραίροντες ἀεὶ 8 τοὺς νικηφόρους. ἀλλ᾽ οὐδὲν οὕτως ἐπιφανῶς ἐκπρεπέστερον ἔχει τῶν ἄλλων φοῖνιξ, ἅτε μηδὲ καρπὸν. ἐν τῇ Ἑλλάδι φέρων ἐδώδιμον ἀλλ᾽ ἀτελῆ καὶ ἄπεπτον. εἰ γάρ, [p. 322] ὥσπερ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ, παρεῖχε τὴν βάλανον, ὄψει τε θεαμάτων καὶ γλυκύτητι 9 τραγημάτων πάντων ἥδιστον, οὐκ ἂν ἦν ἕτερον αὐτῷ παραβαλεῖν 10. γοῦν βασιλεύς, ὥς φασιν, ἀγαπήσας διαφερόντως τὸν Περιπατητικὸν φιλόσοφον Νικόλαον, γλυκὺν ὄντα τῷ ἤθει ῥαδινὸν δὲ τῷ μήκει τοῦ σώματος διάπλεων δὲ τὸ πρόσωπον ἐπιφοινίσσοντος ἐρυθήματος, τὰς μεγίστας καὶ καλλίστας τῶν φοινικοβαλάνων Νικολάους ὠνόμαζε, καὶ μέχρι νῦν οὕτως ὀνομάζονται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: