previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



πιθανῶςἔφην ἐγὼοὐ μὴν ἀληθῶς: ὁρῶ γὰρ ὅτι καὶ τέφρᾳ 1 καὶ λίθοις, κἂν μὴ παρῇ δὲ ταῦτα, κονιορτῷ πολλάκις παχύνουσι τὸ ὕδωρ, ὡς μᾶλλον τῶν γεωδῶν τῇ παχύτητι 2 καταπλύνειν δυναμένων τὸν ῥύπον, αὐτοῦ δὲ τοῦ ὕδατος διὰ λεπτότητα καὶ ἀσθένειαν οὐχ ὁμοίως τοῦτο δρῶντος. τὸ μὲν οὖν παχυμερὲς τῆς ... 3 θαλάττης οὐ πετουτόποτε ... 4 πρὸς τήν κα ... 5 δὲ τὴν δριμύτητα: καὶ γὰρ αὕτη τοὺς πόρους 6 ἀναστομοῦσα καὶ ἀνοίγουσα 7 κατασύρει τὸν ῥύπον. ἐπεὶ δὲ πᾶν τὸ λιπαρὸν δυσέκπλυτὸν ἐστι καὶ κηλῖδα ποιεῖ, λιπαρὰ δ᾽ θάλασσα, τοῦτ᾽ ἂν αἴτιον εἴη μάλιστα τοῦ μὴ καλῶς πλύνειν. ὅτι δ᾽ ἐστὶ λιπαρά, καὶ αὐτὸς εἴρηκεν Ἀριστοτέλης 8: οἵ τε γὰρ ἅλες λίπος ἔχουσι καὶ τοὺς λύχνους βέλτιον παρέχουσι καομένους: αὐτή 9 θ᾽ θάλαττα προσραινομένη ταῖς φλοξὶ συνεκλάμπει, καὶ κάεται μάλιστα τῶν ὑδάτων τὸ θαλάττιον: ὡς δ᾽ ἐγᾦμαι, διὰ τοῦτο καὶ θερμότατόν ἐστιν. οὐ μὴν ἀλλὰ καὶ κατ᾽ ἄλλον τρόπον ἐπεὶ τῆς πλύσεως τέλος ψῦξίς ἐστι καὶ [p. 44] μάλιστα 10 φαίνεται καθαρὸν τὸ μάλιστα ξηρὸν γιγνόμενον: δεῖ δὴ 11 τὸ πλῦνον ὑγρὸν τῷ ῥύπῳ ταχέως 12 συνεξελθεῖν, ὥσπερ τῷ νοσήματι τὸν ἐλλέβορον. τὸ μὲν οὖν γλυκὺ ῥᾳδίως ἥλιος ἐξάγει διὰ κουφότητα, τὸ δ᾽ ἁλμυρὸν ἐνισχόμενον τοῖς πόροις διὰ τραχύτητα δυσξήραντόν ἐστι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: