previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Σιμωνίδης ποιητής, Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον, ‘ ἄνθρωπ᾽εἶπενεἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς εἰ δὲ σοφός, ἠλίθιον.’ ‘ἀμαθίην γὰρ ἄμεινονὥς φησιν Ἡράκλειτος 1κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρ᾽ οἶνον
ὅστ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι,
2 καὶ θ᾽ ἁπαλὸν γελάσαι καὶ τ᾽ ὀρχήσασθαι ἀνῆκε:
καί τι ἔπος προέηκεν, ὅπερ τ᾽ ἄρρητον ἄμεινον:
οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνωμένοις 3 μετρίως ἔπεισι: τὸ δὲ λαλεῖν καὶ λέγειν, βέλτιον 4 ἦν σιωπᾶν, παροινίας ἢδη καὶ μέθης ἔργον ἐστί. διὸ καὶ Πλάτων 5 ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθη 6 τῶν πολλῶν νομίζει, καὶ Ὅμηρος 7 εἰπὼν
οὐδὲ τραπέζῃ
γνώτην ἀλλήλων
[p. 95] δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον 8 τοῦ οἴνου καὶ λόγων 9 πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις: ἀλλ᾽ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷ 10 ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶ 11 κατανόησιν ἀλλήλων: ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ 12 Αἰσώπῳ, ‘τί τὰς θυρίδας, μακάριε, ζητεῖς ἐκείνας, δι᾽ ὧν ἄλλος; ἄλλου κατόψεται τὴν διάνοιαν; γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλ᾽ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων.’ Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ἄκρατος: οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλ᾽ χρῆσθαι φιλοφρόνως, τὰ τοιαῦτα προβλήματα καὶ τοὺς 13 λόγους ἄγουσι 14 συνιόντες 15, οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆς 16, τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸ 17 μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον. ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν. [p. 96]

1 Ἡράκλειτος] Bywater. p. 42

2 Hom. ξ 464

3 οἰνουμένοις

4 βέλτιον W: ἀβέλτερον

5 Πλάτων] de Legg. p. 650 a sqq.

6 ἤθη Plut. Fragm. 22, 1: πάθη

7 Ὁμήρος φ 35

8 πολύφωνον *: 4 Vd 12-13 E νον vid. Praefat. p. LVIII

9 λόγων *: 5 Vd 6 E

10 καὶ τῷ *: καὶ τὸ

11 καὶ γνῶσιν καὶ R

12 τῷ] τινα τῷ? sed cf. p. 712 b. Nic. et Crass. comp. c. 5

13 τοὺς] τοὺς τοιούτους?

14 εἰσάγουσι Emperius

15 em. Basileensis: συνιόντας

16 ψυχῆς] τόχης mei

17 καὶ τὸ eadem: καὶ τὸν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: