Θέων ὁ γραμματικός, ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ 1 Φλώρῳ, πρὸς Θεμιστοκλέα τὸν Στωικὸν διηπόρησε, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν [p. 42] παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ ‘τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι’ καὶ τὸ ‘τῶν ἐρίων τοὺς πόκους 2 ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι’ καὶ τὸ ‘νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας:’ οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. ὁ δὲ Θεμιστοκλῆς εἰπὼν, ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ 3 παρὰ τὸ εἰκός, ἐπιστρέφων ‘σοὶ δ᾽’ ἔφη ‘βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου 4 τῶν ἰδίων, ἀλλ᾽ εἰπὲ δι᾽ ἣν αἰτίαν Ὅμηρος 5 ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι.’