This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν 1 ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον: ἑστιῶν δ᾽ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον: ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφ᾽ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι, καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν, ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχε καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους οὐδὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δ᾽ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους [p. 270] ὀρρωδοῦντι δ᾽ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, οὔτως 2 ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.