previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τίν᾽ἔφηταύτην;’ ‘ἐγώ σοι φράσωεἶπονἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως [p. 375]
αὐτὰρ ἔμ᾽ ἐν μέσσῳ 1 καὶ ἀρηίφιλον Μενέλαον
2 συμβάλετ᾽ ἀμφ᾽ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω:
καὶ πάλιν Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται:
ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
3 τεύχεα κάλ᾽ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
αὐτὸν δ᾽ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον
οἴους ἀμφ᾽ Ἑλένῃ καὶ 4 κτήμασι πᾶσι μάχεσθαι.
5 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ᾽ ἕποιτο.
δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δ᾽ Ἀγαμέμνων
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,
αὐτὸς ἔπειθ᾽ Ἑλένην ἀγέτω 6 καὶ κτήματα πάντα:
εἰ δὲ κ᾽ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω.
7
ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δ᾽᾽ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δ᾽ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖνἔφην 8τὴν δίκην ταύτην ἰθύντατ᾽ ἂν 9 εἴποι 10 τις 11 καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ [p. 376] φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.’

1 μέσω mei

2 Hom. Γ 68

3 Hom. Γ 88

4 οἴους ἀμφ᾽ Ἑλένῃ καὶ addidi ex Homero

5 cf. Γ 92 et 93

6 ἐχέτω Hom. Γ 282

7 cf. Γ 285 cum 72

8 ἔφην M: ἔφη

9 ib. ἂν *

10 εἴποι] διείποι Doehnerus

11 τις M

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: