previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐγὼ δὲ τοῦτο μὲν ἔφην ἀπόδρασιν εἶναι τῆς ἐρωτήσεως μᾶλλον τῆς αἰτίας ἀπόδοσιν. ‘σκοπῶμεν δ᾽εἶπονὅτι πολλὰ συμπτώματ᾽ ἐνόντα 1 πάθεσιν 2 αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς ὅμοιον ὡς εἴ τις οἴοιτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή 3, τοῦτο τὸ λεγόμενον,
τ᾽ 4 ἄγνος ἀνθεῖ χὠ 5 βότρυς πεπαίνεται
6 7 τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον: τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους. ὥσπερ οὖν τούτων ποσσις [p. 85] ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι δι᾽ ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον: ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ 8 σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ὑπολισθάνουσαν 9 ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν τὸ 10 κῦμα ξύλῳ 11 καθαρῷ διαιρούμενον καὶ 12 ἀφιστάμενον εὐπετῶς: ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου 13 τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. διὸ καὶ παραψήχουσι 14 τοὺς τοίχους, τὰ, βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλ᾽ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: