previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν: οἷον εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς Κασάνδρου φίλος; οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντοςθαυμάζω σου τοὺς ὀφθαλμοὺς, ὅτι οὐκ ᾄδουσι, τοῦ μυκτῆρος; αὐτοῖς ἐνδεδωκότοςκαὶ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον 1, οὕτω γὰρ ἐφαρμόσειν. εἰς δὲ δυσωδίαν μυκτῆρος στόματος ἄχθονται σκωπτόμενοι: καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε: καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένονταυτὶ μένἔφηκαὶ τυφλῷ δῆλαΘεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινοςτοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ:’ ‘ἀλλά μοιεἶπενἀδύνατον λέγεις τοῦτ᾽ αὐτὸ τὴν σωτηρίαν 2.’ Λέων 3 [p. 62] Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν, ὀφθαλμισθῆναι δι᾽ 4 αὐτοῦ τοὺς ὀφθαλμούςἀσθένειανἔφησώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν:’ εἶχε δὲ κυρτὸν Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος, δημαγωγὸς τῶν Ἀθηναίων, ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν: ἔφη γὰρ αὐτὸν Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναι 5. τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακαςὅπωςἔφημὴ ἐπιβουλευθῶ προστάξας 6 κατ᾽ ὤμου τὸ τάλαντον φέρειν.’ οὕτω μὲν 7 περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν ἄλλοι γὰρ ἐπ᾽ ἄλλοις ἄχθονται. Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν, ‘οὐκ οἶδ᾽εἶπεν, ‘ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι.’ διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar:

No Annotations Found