[520ε]
Καλλίκλης
ἔοικέ γε.Σωκράτης
περὶ δέ γε ταύτης τῆς πράξεως, ὅντιν᾽ ἄν τις τρόπον ὡς βέλτιστος εἴη καὶ ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ ἢ πόλιν, αἰσχρὸν νενόμισται μὴ φάναι συμβουλεύειν, ἐὰν μή τις αὐτῷ ἀργύριον διδῷ. ἦ γάρ;Καλλίκλης
ναί.Σωκράτης
δῆλον γὰρ ὅτι τοῦτο αἴτιόν ἐστιν, ὅτι μόνη αὕτη τῶν εὐεργεσιῶν τὸν εὖ παθόντα ἐπιθυμεῖν ποιεῖ ἀντ᾽ εὖ ποιεῖν, ὥστε καλὸν δοκεῖ τὸ σημεῖον εἶναι, εἰ εὖ ποιήσας ταύτην τὴν εὐεργεσίαν ἀντ᾽ εὖ πείσεται: εἰ δὲ μή, οὔ. ἔστι ταῦτα οὕτως ἔχοντα;