previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

63. μετὰ δὲ ταῦτα μὲν Ἀρχίδαμος πλεύσας εἰς τὴν Ἰταλίαν καὶ συμμαχήσας τοῖς Ταραντίνοις ἔν τινι μάχῃ διαγωνισάμενος λαμπρῶς ἐτελεύτησεν, ἀνὴρ κατὰ μὲν τὴν στρατηγίαν καὶ τὸν ἄλλον βίον ἐπαινούμενος, κατὰ δὲ τὴν πρὸς Φωκεῖς συμμαχίαν μόνην βλασφημούμενος, ὡς μάλιστ᾽ αἴτιος γεγονὼς τῆς τῶν Δελφῶν καταλήψεως. [2] Ἀρχίδαμος μὲν οὖν ἐβασίλευσε τῶν Λακεδαιμονίων ἔτη τρία πρὸς τοῖς εἴκοσι, τὴν δ᾽ ἀρχὴν διαδεξάμενος Ἆγις υἱὸς ἐβασίλευσεν ἔτη δεκαπέντε. ἔπειτα οἱ μὲν Ἀρχιδάμου μισθοφόροι μετεσχηκότες τῆς τοῦ μαντείου συλήσεως ὑπὸ τῶν Λευκανῶν κατηκοντίσθησαν, δὲ Φάλαικος ἐκπεσὼν ἐκ τῆς Λύκτου Κυδωνίαν πολιορκεῖν ἐπεχείρησεν. [3] κατασκευάσαντος δὲ αὐτοῦ μηχανὰς πολιορκητικὰς καὶ προσάγοντος τῇ πόλει, κεραυνῶν πεσόντων αὗται μὲν ὑπὸ τοῦ θείου πυρὸς κατεφλέχθησαν, τῶν δὲ μισθοφόρων πολλοὶ παραβοηθοῦντες ταῖς μηχαναῖς ὑπὸ τοῦ πυρὸς διεφθάρησαν: ἐν οἷς ἦν καὶ στρατηγὸς Φάλαικος. [4] ἔνιοι δέ φασιν αὐτὸν προσκόψαντά τινι τῶν μισθοφόρων ὑπὸ τούτου σφαγῆναι. οἱ δὲ περιλειφθέντες τῶν μισθοφόρων ἀναληφθέντες ὑπὸ Ἠλείων φυγάδων εἰς τὴν Πελοπόννησον ἐκομίσθησαν καὶ μετὰ τούτων ἐπολέμουν πρὸς Ἠλείους. [5] Ἀρκάδων δὲ συναγωνισαμένων τοῖς Ἠλείοις καὶ μάχῃ νικησάντων τοὺς φυγάδας πολλοὶ μὲν τῶν μισθοφόρων ἀνῃρέθησαν, οἱ δὲ περιλειφθέντες εἰς τετρακισχιλίους ἐζωγρήθησαν. διελομένων δὲ τῶν τε Ἀρκάδων καὶ Ἠλείων τοὺς αἰχμαλώτους οἱ μὲν Ἀρκάδες τοὺς ἑαυτοῖς μερισθέντας ἅπαντας ἐλαφυροπώλησαν, οἱ δ᾽ Ἠλεῖοι διὰ τὴν εἰς τὸ μαντεῖον παρανομίαν ἀπέσφαξαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: