previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1245α] εἰ οὖν ἐστιν ἀεὶ τῆς τοιαύτης συστοιχίας ἑτέρα ἐν τῇ τοῦ αἱρετοῦ τάξει, καὶ τὸ γνωστὸν καὶ τὸ αἰσθητόν ἐστιν ὡς ὅλως εἰπεῖν τῷ κοινωνεῖν τῆς ὡρισμένης φύσεως: ὥστε τὸ αὑτοῦ βούλεσθαι αἰσθάνεσθαι τὸ αὑτὸν εἶναι τοιονδὶ [5] βούλεσθαι ἐστίν. ἐπεὶ οὖν οὐ κατ᾽ αὐτούς ἐσμεν ἕκαστον τούτων, ἀλλὰ κατὰ μετάληψιν τῶν δυνάμεων ἐν τῷ αἰσθάνεσθαι γνωρίζειναἰσθανόμενος μὲν γὰρ αἰσθητὸς γίνεται ταύτῃ καὶ κατὰ τοῦτο, καθὰ πρότερον αἰσθάνεται, καὶ καὶ οὗ, γνωστὸς δὲ γινώσκων): ὥστε διὰ τοῦτο καὶ ζῆν ἀεὶ βούλεται, ὅτι [10] βούλεται ἀεὶ γνωρίζειν, τοῦτο δὲ ὅτι αὐτὸς εἶναι τὸ γνωστόν. τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθεςἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν τοῦ συμπίνειν: τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν χωρίς, ἂν ἀφέλῃς τὸν λόγον; [15] ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον: ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε: μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δ᾽ φίλος, δ᾽ ὁμοιότης φιλία): ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν [20] φίλων κοινωνοῦμεν, καθ᾽ ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας. καὶ τὸ ἅμα δεῖ εἶναι τῷ φίλῳ. διό φησι "μόχθος οἱ τηλοῦ φίλοι", ὥστ᾽ οὐ δεῖ γενέσθαι ἀπ᾽ ἀλλήλων τούτου γινομένου. ὅθεν καὶ ἔρως [25] δοκεῖ φιλίᾳ ὅμοιον εἶναι: τοῦ γὰρ συζῆν ὀρέγεται ἐρῶν, ἀλλ᾽ οὐχ μάλιστα δεῖ, ἀλλὰ κατ᾽ αἴσθησιν.

μὲν τοίνυν λόγος ἐκεῖνά φησι διαπορῶν, τὸ δ᾽ ἔργον οὕτω φαίνεται γινόμενον, ὥστε δῆλον ὅτι παρακρούεταί πως ἡμᾶς διαπορῶν. σκεπτέον ἔνθεν τἀληθές. γὰρ φίλος βούλεται εἶναι, [30] ὥσπερ παροιμία φησίν, ἄλλος Ἡρακλῆς, ἄλλος αὐτός. διέσπασται δὲ καὶ χαλεπὸν τὰ ἐφ᾽ ἑνὸς γενέσθαι: ἀλλὰ κατὰ μὲν τὴν φύσιν τὸ συγγενέστατον, κατὰ δὲ τὸ σῶμα ὅμοιος ἕτερος, ἄλλος δὲ κατὰ τὴν ψυχήν, καὶ τούτων κατὰ μόριον ἕτερος ἕτερον. ἀλλ᾽ οὐθέν τε ἧττον βούλεται ὥσπερ [35] αὐτὸς διαιρετὸς εἶναι φίλος. τὸ οὖν τοῦ φίλου αἰσθάνεσθαι τὸ αὑτοῦ πως ἀνάγκη αἰσθάνεσθαι εἶναι, καὶ τὸ τὸν φίλον γνωρίζειν τὸ αὑτόν πως γνωρίζειν. ὥστε καὶ τὰ φορτικὰ μὲν συνήδεσθαι καὶ συζῆν τῷ φίλῳ ἡδὺ εὐλόγωςσυμβαίνει γὰρ ἐκείνου ἅμα αἴσθησις ἀεί), μᾶλλον δὲ τὰς θειοτέρας ἡδονάς. αἴτιον δ᾽ ὅτι ἀεὶ ἥδιον ἑαυτὸν θεωρεῖν ἐν τῷ βελτίονι ἀγαθῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: