[2]
Κατασοφίζῃ με, ὦ Προμηθεῦ.
Προμηθεύς
καὶ τί πλέον ἕξω; οὐ γὰρ ἀγνοήσεις αὖθις
ἔνθα ὁ Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν
τι τεχνάζων ἁλίσκωμαι.
Ζεύς
εἰπὲ πρότερον, ὅντινα μισθὸν ἀποτίσεις
αναγκαῖον ἡμῖν ὄντα.
Προμηθεύς
ἢν εἴπω ἐφ᾽ ὅ τι βαδίζεις νῦν, ἀξιόπιστος
ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος;
[p. 73]
ΖΕΥΣ Πῶς γὰρ οὔ;
Προμηθεύς
παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ.
Ζεύς
τουτὶ μὲν ἔγνως: τί δ᾽ οὖν τὸ ἐπὶ τούτῳ;
δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν.
Προμηθεύς
μηδέν, ὦ Ζεῦ, κοινωνήσῃς τῇ Νηρηΐδι:
ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί
σε οἷα καὶ σὺ ἔδρασας —
Ζεύς
τοῦτο φής, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς;
Προμηθεύς
μὴ γένοιτο, ὦ Ζεῦ. πλὴν τοιοῦτό γε ἡ μῖξις αὐτῆς ἀπειλεῖ.
Ζεύς
χαιρέτω τοιγαροῦν ἡ Θέτις: σὲ δὲ ὁ Ἥφαιστος
ἐπὶ τούτοις λυσάτω.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.