[5]
ἀλλὰ ἡ νεφέλη ἐγὼ εἶναι δόξω, καὶ τὸ αἰσχρὸν
ἐπ᾽ ἐμὲ ποιήσει διὰ τὴν ὁμοιότητα.
Ζεύς
οὐδὲν τοῦτο φής: οὔτε γὰρ ἡ νεφέλη ποτὲ
Ἥρα γένοιτ᾽ ἂν οὔτε σὺ νεφέλη: ὁ δ᾽ Ἰξίων μόνον ἐξαπατηθήσεται.
Ἥρα
ἀλλὰ οἱ πάντες ἄνθρωποι ἀπειρόκαλοί εἰσιν:
αὐχήσει κατελθὼν ἴσως καὶ διηγήσεται ἅπασι λέγων συγγεγενῆσθαι
τῇ Ἥρᾳ καὶ σύλλεκτρος εἶναι τῷ Διί, καί που
τάχ᾽ ἂν ἐρᾶν με φήσειεν αὐτοῦ, οἱ δὲ πιστεύσουσιν οὐκ εἰδότες ὡς νεφέλῃ συνῆν.
Ζεύς
οὐκοῦν, ἤν τι τοιοῦτον εἴπῃ, ἐς τὸν ᾄδην
ἐμπεσὼν τροχῷ ἄθλιος προσδεθεὶς συμπεριενεχθήσεται
μετ᾽ αὐτοῦ ἀεὶ καὶ πόνον ἄπαυστον ἕξει δίκην διδοὺς οὐ
τοῦ ἔρωτος — οὐ γὰρ δὴ δεινὸν τοῦτό γε — ἀλλὰ τῆς μεγαλαυχίας.
[p. 83]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.