Ἥφαιστος, Ζεύς.
Ἥφαιστοςτί με, ὦ Ζεῦ, χρὴ ποιεῖν; ἥκω γάρ, ὡς ἐκέλευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθον δέοι μιᾷ πληγῇ διακόψαι. Ζεύς
εὖ γε, ὦ Ἥφαιστε: ἀλλὰ δίελέ μου τὴν κεφαλὴν ἐς δύο κατενεγκών. Ἥφαιστος
πειρᾷ μου, εἰ μέμηνα; πρόσταττε δ᾽ οὖν τι ἄλλο ὅπερ ἐθέλεις σοι γενέσθαι. [p. 85] Ζεύς
τοῦτο αὐτό, διαιρεθῆναί μοι το κρανίον: εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ, μηδὲ μέλλειν: ἀπόλλυμαι γὰρ ὑπὸ ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν. Ἥφαιστος
ὅρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν: ὀξὺς γὰρ ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε. Ζεύς
Κατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν: οἶδα ἐγὼ τὸ συμφέρον. Ἥφαιστος
ἄκων μέν, κατοίσω δέ: τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος; τί τοῦτο; κόρη ἔνοπλος; μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ: εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τῇ μήνιγγι παρθένον ζῳογονῶν καὶ ταῦτα ἔνοπλον: ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ, καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται ἤδη ἐν βραχεῖ: γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ καὶ τοῦτο ἡ κόρυς. ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν. Ζεύς
ἀδύνατα αἰτεῖς, ὦ Ἥφαιστε: παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δ᾽ οὖν τό γε ἐπ᾽ ἐμοὶ οὐδὲν ἀντιλέγω. Ἥφαιστος
τοῦτ᾽ ἐβουλόμην: ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν. Ζεύς
εἴ σοι ῥᾴδιον, οὕτω ποίει: πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς. [p. 86]