Ζεύς, Ἑρμῆς.
Ζεύςτὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα. ὦ Ερμῆ; Ἑρμῆς
ναί: τὴν Ἰὼ λέγεις. Ζεύς
οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις. Ἑρμῆς
τεράστιον τοῦτο: τῷ τρόπῳ δ᾽ ἐνηλλάγη; Ζεύς
ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλα καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι: βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν. Ἑρμῆς
τί οὖν ἡμᾶς χρὴ ποιεῖν; [p. 75] Ζεύς
καταπτάμενος ἐς τὴν Νεμεαν — ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ — ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον: καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σωζέτω τοὺς πλέοντας.