[4]
χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ᾽
αὐτῆς: συνεπήξατο: πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας,
ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδα ὑποθεὶς καὶ ἐντεινάμενος
ἑπτὰ χορδὰς ἐμελῴδει πάνυ γλαφυρόν, ὦ Ἥφαιστε,
καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν
ἀσκοῦντα. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς
νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ᾽ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου
κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ᾽ ἐστὶ
καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ
ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
Ἥφαιστος
ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
Ἀπόλλων
τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυράγραν —
Ἥφαιστος
εὖ γε ὑπέμνησας: ὥστε βαδιοῦμαι ἀποληψόμενος
αὐτήν, εἴ που ὡς φὴς εὑρεθείη ἐν τοῖς σπαργάνοις.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.